1 Enoch (grc)
The five books of Enoch deal with Enoch's visions and the fate of the righteous. A particular focus lies on the events preceding the Flood (the antediluvian primeval age) and their associations with the fall of the Watchers, as well as on the unfolding of history up to an eschatological endpoint.
1
1 Λόγος εὐλογίας Ἑνώχ, καθὼς εὐλόγησεν ἐκλεκτοὺς δικαίους, οἵτινες ἔσονται εἰς ἡμέραν ἀνάγκης ἐξᾶραι πάντας τοὺς ἐχθρούς, καὶ σωθήσονται δίκαιοι. 2 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἑνώχ, ἄνθρωπος δίκαιος, ἔστιν ὅρασις ἐκ θεοῦ αὐτῷ ἀνεῳγμένη, ἣν ἔχων τὴν ὅρασιν τοῦ ἁγίου κατὰ τοὺς οὐρανούς [--] ἔδειξάν μοι. καὶ ἁγιολόγων ἁγίων ἤκουσα ἐγὼ καὶ ὡς ἤκουσα παρ᾽ αὐτῶν, πάντα καὶ ἔγνων ἐγὼ θεωρῶν. καὶ οὐχ εἰς τὴν νῦν γενεὰν διενοούμην ἀλλ᾽ ἐπὶ πόρρω οὖσαν ἐγὼ λαλῶ. 3 καὶ περὶ τῶν ἐκλεκτῶν νῦν λέγω καὶ περὶ αὐτῶν ἀνέλαβον τὴν παραβολήν μου καὶ ἐξελεύσεται ὁ ἅγιος [μου] ὁ μέγας ἐκ τῆς κατοικήσεως αὐτοῦ. 4 καὶ ὁ θεὸς τοῦ αἰῶνος ἐπὶ γῆν πατήσει ἐπὶ τὸ Σιν᾽ ὄρος καὶ φανήσεται ἐκ τῆς παρεμβολῆς αὐτοῦ καὶ φανήσεται ἐν τῇ δυνάμει τῆς ἰσχύος αὐτοῦ ἀπὸ τοῦ οὐρανοῦ τῶν οὐρανῶν. 5 καὶ φοβηθήσονται πάντες, καὶ πιστεύσουσιν οἱ ἐγρήγοροι [καὶ ᾄσουσιν ἀπόκρυφα ἐν πᾶσιν τοῖς ἄκροις τῆς 〈γῆς〉. καὶ σεισθήσονται πάντα τὰ ἄκρα τῆς γῆς] καὶ λήμψεται αὐτοὺς τρόμος καὶ φόβος μέγας μέχρι τῶν περάτων τῆς γῆς. 6 καὶ σεισθήσονται καὶ πεσοῦνται καὶ διαλυθήσονται ὄρη ὑψηλά, καὶ ταπεινωθήσονται βουνοὶ ὑψηλοὶ [τοῦ διαρρῆναι ὄρη] καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐν φλογί. 7 καὶ διασχισθήσεται ἡ γῆ σχίσμα ῥαγάδι καὶ πάντα ὅσα ἐστὶν ἐπὶ τῆς γῆς ἀπολεῖται, καὶ κρίσις ἔσται κατὰ πάντων. 8 καὶ μετὰ τῶν δικαίων τὴν εἰρήνην ποιήσει, καὶ ἐπὶ τοὺς ἐκλεκτοὺς ἔσται συντήρησις καὶ εἰρήνη, καὶ ἐπ᾽ αὐτοὺς γενηται ἔλεος, καὶ ἔσονται πάντες τοῦ θεοῦ, καὶ τὴν εὐδοκίαν δώσει αὐτοῖς καὶ πάντας εὐλογήσει [καὶ πάντων ἀντιλήμψεται, καὶ βοηθήσει ἡμῖν] καὶ φανήσεται αὐτοῖς φῶς [καὶ ποιήσει ἐπ᾽ αὐτοὺς εἰρήνην]. 9 ὅτι ἔρχεται σὺν ταῖς μυριάσιν αὐτοῦ καὶ τοῖς ἁγίοις αὐτοῦ ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἀπολέσει πάντας τοὺς ἀσεβεῖς καὶ ἐλέγξει πᾶσαν σάρκα περὶ πάντων ἔργων τῆς ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ σκληρῶν ὧν ἐλάλησαν λόγων καὶ περὶ πάντων ὧν κατελάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.