Didache
1
1 Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μια τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο
ὁδῶν.
2 Ἡ μὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστιν αὕτη: πρῶτον ἀγαπήσεις τὸν θεὸν τὸν ποιήσαντά σε,
δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν: πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι, καὶ σὺ
ἄλλῳ μὴ ποίει.
3 Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη: εὐλογεῖτε τοῦς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν,
νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς: ποία γὰρ χάρις, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς;
οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν; ὑμεῖς δὲ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς, καὶ οὐχ ἕξετε ἐχθρόν. 4 ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν: ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος: ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε
μετ̓ αὐτοῦ δύο: ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου, δὸς αὐτῷ καὶ τὸν χιτῶνα: ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν,
μὴ ἀπαίτει: οὐδὲ γὰρ δύνασαι. 5 παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ μὴ ἀπαίτει: πᾶσι γὰρ θέλει δίδοσθαι ὁ πατὴρ ἐκ τῶν
ἰδίων χαρισμάτων. μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν: ἀθῷος γάρ ἐστιν. οὐαὶ τῷ λαμβάνονται: εἰ μὲν
γὰρ χρείαν ἔχων λαμβάνει τις, ἀθῷος ἔσται: ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην, ἱνατί
ἔλαβε καὶ εἰς τί: ἐν συνοχῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν, μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον
κοδράντην. 6 ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται: Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου,
μέχρις ἂν γνῷς, τίνι δῷς.