Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Testament of Job

1
1 Βίβλος λόγων Ιωβ τοῦ καλουμένου Ιωβαβ. 2 ἐν ᾗ γὰρ ἡμέρᾳ νοσῆσας ἐξετέλει αὐτοῦ τὴν οἰκονομίαν, ἐκάλεσεν τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ καὶ τὰς τρεῖς θυγατέρας αὐτοῦ, 3 ὧν εἰσιν τὰ ὀνόματα Τερσι Χορος Υων Νικη Φορος Φιφη Φρουων Ἡμέρα Κασία Ἀμαλθείας κέρας· 4 καλέσας δὲ αὐτοῦ τὰ τέκνα εἶπεν Περικυκλώσαντες, τέκνα μου, περικυκλώσατέ με ἵνα ὑποδείξω ὑμῖν ἃ ἐποίησεν Κύριος μετ᾽ ἐμοῦ καὶ τὰ γενάμενά μοι πάντα· 5 ἐγὼ γὰρ εἰμὶ ὁ πατὴρ ὑμῶν Ιωβ ἐν πάσῃ ὑπομονῇ γενόμενος, ὑμεῖς δὲ γένος ἐκλεκτὸν ἔντιμον ἐκ σπέρματος Ιακωβ τοῦ πατρὸς τῆς μητρὸς ὑμῶν· 6 ἐγὼ γὰρ εἰμὶ ἐκ τῶν υἱῶν Ησαυ ἀδελφοῦ Ιακωβ, οὗ ἡ μήτηρ ὑμῶν ἐστιν Δινα, ἐξ ἧς ἐγέννησα ὑμᾶς· ἡ γὰρ προτέρα μου γυνὴ ἐτελεύτησεν μετὰ ἄλλων δέκα τέκνων ἐν θανάτῳ πικρῷ. ἀκούσατε οὖν μου, τέκνα, καὶ δηλώσω ὑμῖν τὰ συμβεβηκότα μοι.