Testament of Abraham Ba (Short Version Family B F G)
The
1
1 Ἡνίκα ἐπληροῦντο αἱ ἡμέραι τῆς ὅλης βιοτῆς τοῦ παντευλογήτου καὶ δικαίου πατρὸς ἡμῶν Ἀβραὰμ τοῦ πατριάρχου, εἶπεν κύριος πρὸς τὸν μέγαν ἀρχιστράτηγον αὐτοῦ Μιχαήλ· 2 ἀναστήθι καὶ πορεύθητι πρὸς Ἀβραὰμ τὸν δοῦλον μου καὶ εἰπὲ αὐτῷ· 3 ἰδοὺ ἐπληρώθησαν αἱ ἡμέραι τῆς προσκαίρου ζωῆς σου ἵνα καὶ αὐτὸς λαβὼν εἴδησιν, τὰ τοῦ οἴκου αὐτοῦ οἰκονομήσει πρὶν ἢ ἀποθάνῃ.