Testament of Abraham A (Long Version)
The
1
1 Ἔζησεν Ἀβραὰμ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ, ἔτη ἐννακόσια ἐνενήκοντα ἐννέα, πάντα δὲ τὰ τέλη τῆς ζωῆς αὐτοῦ ζήσας ἐν ἡσυχίᾳ καὶ πραότητι καὶ δικαιοσύνῃ· πάνυ ὑπῆρχεν φιλόξενος ὁ δίκαιος· 2 πήξας δὲ τὴν σκηνὴν αὐτοῦ ἐν τετραόδῳ τῆς δρυὸς τῆς Μαβρῆς, τοὺς πάντας ἐδέχετο, πλουσίους καὶ πένητας, βασιλεῖς τε καὶ ἄρχοντας, ἀναπήρους καὶ ἀδυνάτους, φίλους τε καὶ ξένους, γείτονάς τε καὶ παροδίτας, ἴσον ὑπεδέχετο ὁ ὅσιος καὶ πανίερος καὶ δίκαιος καὶ φιλόξενος Ἀβραάμ· 3 ἔφθασε δὲ καὶ ἐπὶ τοῦτον τὸ κοινὸν καὶ ἀπαραίτητον τοῦ θανάτου πικρὸν ποτήριον καὶ τὸ ἄδηλον τοῦ βίου πέρας· 4 προσκαλεσάμενος τοίνυν ὁ δεσπότης θεὸς τὸν ἀρχάγγελον Μιχαὴλ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν· κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, ⟨πρὸς τὸν φίλον μου Ἀβραὰμ⟩ καὶ εἰπὲ αὐτὸν περὶ τοῦ θανάτου, ἵνα διατάξεται περὶ τῶν πραγμάτων αὐτοῦ, 5 ὅτι ηὐλόγησα αὐτὸν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ἔστιν ἐν ἐμπορίᾳ βίου πραγμάτων πολλῶν καὶ ὑπάρχει πλούσιος πάνυ· παρὰ πάντων δὲ δίκαιος, ἀγαθὸς καὶ φιλόξενος καὶ φιλόχρηστος μέχρι τέλους· 6 σὺ δέ, ἀρχάγγελε Μιχαήλ, ἄπελθε πρὸς τὸν φίλον μου τὸν Ἀβραὰμ τὸν ἠγαπημένον μοι καὶ ἀνάγγειλον αὐτὸν περὶ τοῦ θανάτου καὶ πληροφόρησον αὐτὸν ὅτι 7 μέλλει ἔρχεσθαι ἐν τῷ καιρῷ τούτῳ ἐκ τοῦ ματαίου κόσμου τούτου καὶ μέλλει ἐκδημεῖν ἐκ τοῦ σώματος καὶ πρὸς τὸν ἴδιον δεσπότην ἀπελεύσει ἐν ἀγαθοῖς.