Testament of Reuben (TestXII)
The Testaments of the Twelve Patriarchs are a collection of twelve writings, each named after one of Jacob’s twelve sons. Drawing on Jacob’s blessing in Gen 49, the patriarchs address their descendants with words of exhortation and encouragement.
1
1 Ἀντίγραφον διαθήκης Ῥουβήμ, ὅσα ἐνετείλατο τοῖς υἱοῖς αὐτοῦ πρὶν ἢ ἀποθανεῖν αὐτόν, ἐν ἑκατοστῷ εἰκοστῷ πέμπτῳ ἔτει τῆς ζωῆς αὐτοῦ. 2 μετὰ ἔτη δύο τῆς τελευτῆς Ἰωσὴφ ἀρρωστοῦντι συνήχθησαν ἐπισκέψασθαι αὐτὸν οἱ υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ. 3 καὶ εἶπεν αὐτοῖς· Τεκνία μου, ἐγὼ ἀποθνήσκω καὶ πορεύομαι ὁδὸν πατέρων μου. 4 καὶ ἰδὼν ἐκεῖ Ἰούδαν καὶ Γὰδ καὶ Ἀσήρ, τοὺς ἀδελφοὺς αὐτοῦ, εἶπεν αὐτοῖς· Ἀναστήσατέ με, ἀδελφοί, ὅπως εἴπω τοῖς ἀδελφοῖς μου καὶ τοῖς τέκνοις μου ὅσα ἔχω ἐν τῇ καρδίᾳ μου κρυπτά· ἐκλιπὼν γὰρ ἐγώ εἰμι ἀπὸ τοῦ νῦν. 5 καὶ ἀναστὰς κατεφίλησεν αὐτοὺς καὶ κλαύσας εἶπεν· Ἀκούσατε, ἀδελφοί μου, ἐνωτίσασθε Ῥουβὴμ τοῦ πατρὸς ὑμῶν, ὅσα ἐντέλλομαι ὑμῖν. 6 καὶ ἰδοὺ ἐπιμαρτύρομαι ὑμῖν τὸν θεὸν τοῦ οὐρανοῦ σήμερον τοῦ μὴ πορευθῆναι ἐν ἀγνοίᾳ νεότητος καὶ πορνείᾳ, ἐν ᾗ ἐξεχύθην ἐγὼ καὶ ἐμίανα τὴν κοίτην τοῦ πατρός μου Ἰακώβ. 7 λέγω γὰρ ὑμῖν ὅτι ἐνέπληξέ με πληγὴν μεγάλην ἐν ταῖς λαγόσι μου ἐπὶ μῆνας ἑπτά· καὶ εἰ μὴ Ἰακὼβ ὁ πατὴρ ἡμῶν προσηύξατο περὶ ἐμοῦ πρὸς κύριον, ὅτι ἤθελε κύριος ἀνελεῖν με. 8 ἤμην γὰρ ἐτῶν τριάκοντα ὅτε ἔπραξα τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἑπτὰ μῆνας ἐμαλακίσθην ἕως θανάτου. 9 καὶ ἐν προαιρέσει ψυχῆς μου ἑπτὰ ἔτη μετενόησα ἐνώπιον κυρίου· 10 οἶνον καὶ σίκερα οὐκ ἔπιον καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου καὶ πᾶν ἄρτον ἐπιθυμίας οὐκ ἐγευσάμην, πενθῶν ἐπὶ τῇ ἁμαρτίᾳ μου, μεγάλη γὰρ ἦν· καὶ οὐ μὴ γένηται ἐν τῷ Ἰσραὴλ οὕτως.