Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Strubbe 1994 no. 4 (Greek)

1
1
  1. vac Ἔρρωσθε. vac
  2. Αὐρ. Γέμελλος Μηνᾶ βουλευτὴ[ς]
  3. τοῖς γλυκυτάτοις γονεῦσιν
  4. Αὐρηλίοις Μηνᾶ β' τοῦ Φιλίππου
  5. βουλευτῆ, γεραιῷ,
  6. καὶ Ἀπφίῳ Ἀρτᾶ τὰ ἴδια ἐκ τῶν
  7. ἰδίων· εἰς ὃ προεκήδευσεν τ[ὸν]
  8. ἀδελφὸν Φίλιππον καὶ
  9. τὴν πάτραν Κύριλλαν
  10. καὶ τὴν ἐξαδέλφην
  11. Ἰου. Παῦλαν· κηδευθή-
  12. σεται δὲ εἰς αὐτὸ
  13. ἥ τε σύντροφος
  14. αὐτοῦ Φιλήτη
  15. καὶ εἴ τινι ἑτέρῳ
  16. ζῶν συνχωρήσει·
  17. ὃς δ' ἂν ἐπιχειρή-
  18. σει ἕτερον ἐπει-
  19. σενεγκεῖν, λήψε-
  20. ται παρὰ τοῦ ἀθα-
  21. νάτου θεοῦ μάσ-
  22. τειγα αἰώνιον.