Schwabe and Lifshitz 1956 (Greek)
1
1
- εὐλογία τῇ ὁσίᾳ
- Καρτερὶης τόδε σῆμα λίψανον φέρει φθιτὸν
- ἄφθιτον ἠὲ λαμπρὰν σῷζον μνίαν γεναίης.
- θήκατο δέ μιν ἐνθάδε Ζηνοβία
- μητέρος ἑῆς τίουσα [ἐφ]ημοσύνας,
- τοῦτό σοι μακαρτάτη καρπὸς σὸς ἐδίματο
- ἥν τέκες ἐξ’ ἀγανῶν εὐσεβίην λαγόνων.
- ῥέζει γὰρ κλυτὰ ἔργα ἐνὶ φθιμένοις αἰεί,
- ὄφρα δὴ ἄμφω καὶ μετὰ τέρμα βίου
- νέον ἠδ’ ἀσκύλευτον αὖθις ἔχοιτε πλοῦτον.