Miranda 1999 no. 23 (Greek)
1
1
- [Ἡ] σορὸς καὶ τὸ ὑπὸ αὐτὴν θέμα σὺν τῷ βαθρικῷ καὶ τῷ περικειμένῳ τό-
- πῳ Ποπλίου Αἰλίου Γλύκωνος Ζευξιανοῦ Αἰλια[νοῦ καὶ Αὐ]ρηλίας Ἀμίας
- Ἀμιανοῦ τοῦ Σελεύκου, ἐν ᾖ κηδευθήσεται αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ
- καὶ τὰ τέκνα αὐτῶν, ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται κηδευθῆναι. Κατέλι-
- ψεν δὲ [κα]ὶ τῇ σεμνοτάτῃ προεδρίᾳ τῶν πορφυραβάφων στεφα-
- νωτικο[ῦ] (δηνάρια) διακόσια πρὸς τὸ διδόσθαι ἀπὸ τῶν τόκων ἑκάστῳ τὸ
- αἰροῦν μη(νὸς) ζ’ ἐν τῇ ἑορτῇ τῶν ἀζύμων. Ὁμοίως κατέλιπεν καὶ τῷ συνε-
- δρίῳ τῶν ἀκαιροδαπτισ<τ>ῶν στεφανωτικοῦ (δηνάρια) ἑκατὸν πεντήκοντα, ἄτι-
- vac. να καὶ αὐτοὶ δώσουσι ἐκ τοῦ τόκου
- διαμερίσαντες τὸ ἥμισυ ἐν τῇ ἑορτῇ τῶν καλανδῶν,
- μη(νὸς) δ’, η’, καὶ τὸ ἥμισυ ἐν τῇ ἑορτῇ τῆς πεντηκοστῆς.
- Ταύτης τῆς ἐπιγραφῆς τὸ ἀντίγραφον ἀπε<τέ>θη ἐν τοῖς ἀρχείοις.