Miranda 1999 no. 19 (Greek)
1
1
- [Ἡ] σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Λ. Τατιανοῦ Διογένους [Ἰ]ουδέου
- [κ]αὶ Αὐρηλίας Ἀπφίας Λουκιανοῦ Ἱεραπολείτιδος [Ἰ]ουδαία[ς], τῆς γυναικὸς αὐ-
- τοῦ, ᾕτινι καὶ ἐξεχώρησεν ὁ Τατιανοῦ τὸ δίκαιον τῆς σοροῦ διὰ γράματός τε αὐτοῦ
- Λ+ΕΙ+ ἐν ᾗ κηδευθήσονται αὐτοὶ μόνοι, ἄλλῳ δὲ οὐκ ἐξέσται οὔτε κη-
- δεῦσαι οὔτε κηδευθῆναι, ἐκτὸς τοῦ διακομίσαντος ἡμᾶς εἰς τὴν πατρῴ-
- αν γῆν, αὐτὸς καὶ καθέ̣ξ̣ει τὴν σορὸν σὺν τοῖς δικαίοις· εἰ δέ τις ἐναντίον τι
- [ποιήσε]ι τῶν προγεγραμ[μ]έν[ων], [ἀποτεί]σ[ει ?] προστείμου τ̣ῷ̣ διακομίζοντι ἡμᾶς
- [- - καὶ] τῷ ἱερωτάτῳ ταμίῳ (δηνάρια) χίλια, ὅτι οὕτως ἡμεῖς
- ταύτης τῆς ἐπιγραφῆς τὸ ἀντίγραφον ἀπεθείμ͙εθα ἐν τύς ἀρχείυς.