Lüderitz 1983, 71 (Greek)
1
1
- [Ἔ]τους νε' Φαῶφι κε' ἐπὶ συλλόγου τῆς σκηνο-
- πηγίας ἐπὶ ἀρχόντων Κλεάνδρου τοῦ
- Στρατονίκου Εὐφράνορος τοῦ Ἀρίστωνος
- Σωσιγένους τοῦ Σωσίππου Ἀνδρομάχου
- τοῦ Ἀνδρομάχου Μάρκου Λαιλίου Ὀνασί-
- ωνος τοῦ Ἀπολλωνίου Φιλωνίδου τοῦ Ἀγή-
- μονος Αὐτοκλέους τοῦ Ζήνωνος Σωνί-
- κου τοῦ Θεοδότου Ἰωσήπου τοῦ Στράτωνος
- ἐπεὶ Μᾶρκος Τίττιος Σέξτου υἱὸς Αἰμιλία
- ἀνὴρ καλὸς καὶ ἀγαθὸς παραγενηθεὶς εἰς
- τὴν ἐπαρχείαν ἐπὶ δημοσίων πραγμάτων τήν
- τε προστασίαν αὐτῶν ἐποιήσατο φιλανθρώ-
- πως καὶ καλῶς ἔν τε τῆι ἀναστροφῇ ἡσύχιον
- ἦθος ἐνδικνύμενος ἀεὶ διατελῶν τυγχάνει
- οὐ μόνον δὲ ἐν τούτοις ἀβαρῆ ἑαυτὸν παρέσ-
- χηται ἀλλὰ καὶ τοῖς κατ' ἰδίαν ἐντυγχάνουσι
- τῶν πολιτῶν ἔτι δὲ καὶ τοῖς ἐκ τοῦ πολιτεύ-
- ματος ἡμῶν Ἰουδαίοις καὶ κοινῇ καὶ κατ' ἰδίαν
- εὔχρηστον προσστασίαν ποιούμενος οὐ δια-
- λείπει τῆς ἰδίας καλοκἀγαθίας ἄξια πράσσων
- ὧν χάριν ἔδοξε τοῖς ἄρχουσι καὶ τῶι πολιτεύ-
- ματι τῶν ἐν Βερενίκῃ Ἰουδαίων ἐπαινέσαι τε αὐ-
- τὸν καὶ στεφανοῦν ὀνομαστὶ καθ' ἑκάστην
- σύνοδον καὶ νουμηνίαν στεφάνωι ἐλαίνωι καὶ
- λημνίσκωι τοὺς δὲ ἄρχοντας ἀναγράψαι τὸ
- ψήφισμα εἰς στήλην λίθου παρίου καὶ θεῖναι εἰς
- τὸν ἐπισημότατον τόπον τοῦ ἀμφιθεάτρου
- Λευ- καὶ πᾶ- σαι