Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Lüderitz 1983, 71 (Greek)

1
1
  1. [Ἔ]τους νε' Φαῶφι κε' ἐπὶ συλλόγου τῆς σκηνο-
  2. πηγίας ἐπὶ ἀρχόντων Κλεάνδρου τοῦ
  3. Στρατονίκου Εὐφράνορος τοῦ Ἀρίστωνος
  4. Σωσιγένους τοῦ Σωσίππου Ἀνδρομάχου
  5. τοῦ Ἀνδρομάχου Μάρκου Λαιλίου Ὀνασί-
  6. ωνος τοῦ Ἀπολλωνίου Φιλωνίδου τοῦ Ἀγή-
  7. μονος Αὐτοκλέους τοῦ Ζήνωνος Σωνί-
  8. κου τοῦ Θεοδότου Ἰωσήπου τοῦ Στράτωνος
  9. ἐπεὶ Μᾶρκος Τίττιος Σέξτου υἱὸς Αἰμιλία
  10. ἀνὴρ καλὸς καὶ ἀγαθὸς παραγενηθεὶς εἰς
  11. τὴν ἐπαρχείαν ἐπὶ δημοσίων πραγμάτων τήν
  12. τε προστασίαν αὐτῶν ἐποιήσατο φιλανθρώ-
  13. πως καὶ καλῶς ἔν τε τῆι ἀναστροφῇ ἡσύχιον
  14. ἦθος ἐνδικνύμενος ἀεὶ διατελῶν τυγχάνει
  15. οὐ μόνον δὲ ἐν τούτοις ἀβαρῆ ἑαυτὸν παρέσ-
  16. χηται ἀλλὰ καὶ τοῖς κατ' ἰδίαν ἐντυγχάνουσι
  17. τῶν πολιτῶν ἔτι δὲ καὶ τοῖς ἐκ τοῦ πολιτεύ-
  18. ματος ἡμῶν Ἰουδαίοις καὶ κοινῇ καὶ κατ' ἰδίαν
  19. εὔχρηστον προσστασίαν ποιούμενος οὐ δια-
  20. λείπει τῆς ἰδίας καλοκἀγαθίας ἄξια πράσσων
  21. ὧν χάριν ἔδοξε τοῖς ἄρχουσι καὶ τῶι πολιτεύ-
  22. ματι τῶν ἐν Βερενίκῃ Ἰουδαίων ἐπαινέσαι τε αὐ-
  23. τὸν καὶ στεφανοῦν ὀνομαστὶ καθ' ἑκάστην
  24. σύνοδον καὶ νουμηνίαν στεφάνωι ἐλαίνωι καὶ
  25. λημνίσκωι τοὺς δὲ ἄρχοντας ἀναγράψαι τὸ
  26. ψήφισμα εἰς στήλην λίθου παρίου καὶ θεῖναι εἰς
  27. τὸν ἐπισημότατον τόπον τοῦ ἀμφιθεάτρου
  28. Λευ- καὶ πᾶ- σαι