JIGRE 39 (Greek)
1
1
- πεντήκοτα τριῶν ἐτέων κύκλον ἤδ’ ἀνύσαντα |
- αὐτὸς ὁ πανδαμάτωρ ἥρπασεν εἰς Ἀΐδην. |
- ὦ χθὼν ἀμμοφανής, οἷον δέμας ἀμφικαλύπτις |
- Ἀβράμου ψυχῆς τοῦ μακαριστοτάτου· |
- οὐκ ἀγέραστος ἔφυ γὰρ ἀνὰ πτόλιν, ἀλλὰ καὶ ἀρχῇ ‖
- πανδήμω̣ ἐθνικῆ̣ ἐστέφετ’ ἐν σοφία̣· |
- δισσῶν γάρ τε τόπων πολιταρχῶν αὐτὸς ἐτειμῶ, |
- τὴν διμερῆ δαπάνην ἐξανύσας χάρισιν. |
- πάντα δέ σοι, ἐπέοιχ’ ὅσα τοι, ψυχή, πρὶν ἔκευθες, |
- καὶ τέκνων ἀγαθῶν αὔξομεν γενεή. ‖
- ἀλλὰ σύ, ὦ παροδεῖτα, ἰδὼν ἀγαθοῦ τάφον ἀνδρὸς |
- ὅν τε κατευφημῶν τοῖα φράσας ἄπιθι· |
- γαῖαν ἔχοις ἐλαφρὰν εἰς τὸν ἅπαντα χρόνον.