JIGRE 34 (Greek)
1
1
- εἰμεὶ ἐγὼ Ἰησοῦς, ὁ φὺς δὲ Φα|μεῖς, παροδεῖτα, |
- (ἑξήκοντα ἐτῶν) ἦλθον δ' εἰς Ἀείδαν· |
- κλαύσατε δὴ ἅμα πάντας | τὸν ἐξαπίνης μεταβάντα ||
- εἰς μυχὸν αἰώνων ἐν σκοτίᾳ | διάγειν.
- καὶ σὺ δὲ, Δωσίθεε, | κατάκλαε με· σοὶ γὰρ ἀνάνκη |
- δάκρυσι πικροτάτοις τύμβῳ | ἐμῷ προχέειν·
- τέκνον ἐμοὶ εἶ σ[ύ], || ἐγὼ γὰρ ἀπῆλθον ἄτεκος |
- κλαύσατε πάντες ὁμοῦ Ἰησῦν | δυσμενέα.