Couilloud 1974, no. 485ii (Greek)
1
1
- (front)
- ἐπικαλοῦμαι καὶ ἀξιῶ τὸν Θεὸν τὸν
- Ὕψιστον τὸν Κύριον τῶν πνευμάτων
- καὶ πάσης σαρκὸς, ἐπὶ τοὺς δόλωι φονεύ-
- σαντας ἢ φαρμακεύσαντας τὴν τα-
- λαίπωρον ἄωρον Ἡράκλεαν, ἐχχέαν-
- τας αὐτῆς τὸ ἀναίτιον αἷμα ἀδί-
- κως, ἵνα οὕτως γένηται τοῖς φονεύ-
- σασιν αὐτὴν ἢ φαρμακεύσασιν καὶ
- τοῖς τέκνοις αὐτῶν. Κύριε ὁ πάντα ἐ-
- φορῶν καὶ οἱ ἄνγελοι Θεοῦ, ᾧ πᾶσα ψυ-
- χὴ ἐν τῇ σήμερον ἡμέραι ταπεινοῦται
- μεθ’ ἱκετείας, ἵνα ἐγδικήσης τὸ αἷμα τὸ ἀ-
- ναίτιον ζητήσεις, καὶ τὴν ταχίστην.
- (reverse)
- ἐπικαλοῦμαι καὶ ἀξιῶ
- τὸν Θεὸν τὸν Ὓψιστουν τὸν
- Κύριον τῶν πνευμάτων
- καὶ πάσης σαρκός, ἐπὶ τοὺς
- δόλῳ φονεύσαντας ἢ φαρ-
- μακεύσαντας τὴν ταλαί-
- πωρον ἄωρον Ἡράκλεα[ν,]
- ἐχχέαντας αὐτῆς τὸ ἀν[αί-]
- τιον αἷμα ἀδίκως, ἵνα ο[ὕ-]
- τως γένηται τοῖς φονεύ-
- σασιν αὐτὴν ἢ φαρμακεύσα-
- σιν καὶ τοῖς τέκνοις αὐτῶν.
- Κύριε ὁ πάντα ἐφορῶν καὶ
- οἱ ἄνγελοι Θεοῦ, ᾧ πᾶσα ψυ-
- χὴ ἐν τῇ σήμερον ἡμέρᾳ
- ταπεινοῦνται μεθ' ἱκετεί-
- ας, ἵνα ἐγδικήσης τὸ α[ἷ-]
- [μ]α τὸ ἀναίτιον, ζητή-
- σεις καὶ τὴν ταχίστην.