Couilloud 1974, no. 485i (Greek)
1
1
- [ἐπικ]αλο[ῦμαι καὶ ἀξιῶ τὸν Θεὸν τὸν Ὕ-]
- [ψ]ιστον [τὸν Κύριον] τῶν [πνευμάτων]
- [κ]αὶ πάσ[ης σαρκὸ]ς, ἐπὶ τοὺς δ[όλωι]
- φον[εύσαντα]ς ἢ φαρμακεύσαν-
- τα[ς τὴν ταλα]ίπωρον ἄωρον Μαρ-
- θίν[ην, ἐγχέαν]τας αὐτῆς τὸ ἀναίτι-
- ον αἷμ[α ἀδίκω]ς, <ἵ>να οὕτως γένηται
- τοῖς φον[εύσα]σιν αὐτὴν ἢ φαρμακεύ-
- σασιν καὶ τοῖς τέκνοις αὐτῶν. Κύριε
- ὁ πάντα ἐ[φ]ορῶν καὶ οἱ ἄνγελοι Θεοῦ, ὧι
- πᾶσα ψυχὴ ἐν τῆι σήμερον ἡμέραι τα-
- πεινοῦνται μεθ’ ἱκετείας, ἵνα ἐκδικήσῃς
- τὸ αἷμα τὸ ἀναίτιον καὶ τὴν ταχίστην.