Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Frey (Greek)

1
1
  1.  Φάβιος Ζώσιμος κατασκευάσας σορὸν ἔθετο ἐπὶ τόπου καθαροῦ, ὄντος πρὸ τῆς πόλεως, πρὸς τῶι Σαμβαθείωι, ἐν τῷ Χαλδαίου περι-
  2. βόλωι, παρὰ τὴν δημοσίαν ὁδόν, ἑαυτῶι ἐφ' ᾧ τεθῇ, καὶ τῆι γλυκυτάτηι αὐτοῦ γυναικὶ Αὐρηλίᾳ Ποντιανῇ, μηδενὸς ἔχοντος ἑτέρου
  3. ἐξουσίαν θεῖναί τινα εἰς τὴν σορὸν ταύτην. ὃς δ' ἂν τολμήσῃ ἢ ποιήσῃ παρὰ ταῦτα, δώσει εἰς μὲν τὴν πόλιν τὴν Θυατηρεινῶν ἀρ-
  4. γυρίου δηνάρια χείλια πεντακόσια, εἰς δὲ τὸ ἱερώτατον ταμεῖον δηνάρια δισχείλια πεντακόσια, γεινόμενος ὑπεύθυνος έξωθεν τῶι
  5. τῆς τυμβωρυχίας νόμωι. ταύτης τῆς ἐπιγραφῆς ἐγράφη ἁπλᾶ δύω ὧν τὸ ἕτερον ἐτέθη εἰς τὸ ἀρχεῖον. ἐγένετο ἐν τῇ λαμπροτάτῃ
  6. Θυατειρηνῶν πόλει ἀνθυπάτωι Κατιλλίωι Σεβήρωι μηνὸς Αὐδναίου τρισκαιδεκάτῃ ὑπὸ Μηνόφιλον Ἰουλιανοῦ δημόσιον.