Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

De Plantatione (grc)

1
1 Ἐν μὲν τῷ προτέρῳ βιβλίῳ τὰ περὶ γεωργικῆς τέχνης γενικῆς, ὅσα καιρὸς ἦν, εἴπομεν, ἐν δὲ τούτῳ περὶ τῆς κατ’ εἶδος ἀμπελουργικῆς, ὡς ἂν οἷόν τε ᾖ, ἀποδώσομεν. τὸν γὰρ δίκαιον οὐ γεωργὸν μόνον, ἀλλὰ καὶ ἰδίως ἀμπελουργὸν εἰσάγει φάσκων· „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα“ (Gen. 9, 20).