1 „Καὶ μετ’ ἐκεῖνο„ φησίν „ὡς ἂν εἰσεπορεύοντο οἱ ἄγγελοι τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννων αὑτοῖς„
(Gen. 6, 4). οὐκοῦν ἄξιον σκέψασθαι, τίνα ἔχει λόγον τὸ „μετ’ ἐκεῖνο„.
ἔστι τοίνυν ἀναφορὰ δεικνύουσά τι τῶν προειρημένων ἐναργέστερον.