Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Testament of Benjamin (TestXII)

1
1 Ἀντίγραφον λόγων Βενιαμίν, ὧν διέθετο τοῖς υἱοῖς αὐτοῦ, ζήσας ἔτη ἑκατὸν εἰκοσιπέντε.2 καὶ φιλήσας αὐτοὺς εἶπεν· Ὡς Ἰσαὰκ ἑκατοστῷ ἔτει ἐτέχθη τῷ Ἀβραάμ, οὕτως κἀγὼ τῷ Ἰακώβ.3 ἐπειδὴ οὖν Ῥαχὴλ τέθνηκε γεννῶσά με, γάλα οὐκ ἔσχον. Βάλλαν οὖν τὴν παιδίσκην αὐτῆς ἐθήλασα.4 ἡ γὰρ Ῥαχὴλ μετὰ τὸ τεκεῖν τὸν Ἰωσὴφ δώδεκα ἔτη ἐστείρευσε· καὶ προσηύξατο κυρίῳ μετὰ νηστείας δώδεκα ἡμέρας· καὶ συλλαβοῦσα ἔτεκέ με.5 σφόδρα γὰρ ὁ πατήρ ἡμῶν ἠγάπα τὴν Ῥαχὴλ καὶ ηὔχετο δύο υἱοὺς ἰδεῖν ἀπ' αὐτῆς.6 διὰ τοῦτο ἐκλήθην υἱὸς ἡμερῶν, ὅ ἐστι Βενιαμίν.