Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Testament of Joseph (TestXII)

1
1 Ἀντίγραφον διαθήκης Ἰωσήφ. ἐν τῷ μέλλειν αὐτὸν ἀποθνήσκειν καλέσας τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ εἶπεν·2 Τέκνα μου καὶ ἀδελφοί, ἀκούσατε Ἰωσήφ, τοῦ ἠγαπημένου ὑπὸ Ἰσραήλ· ἐνωτίσασθε, υἱοί, τοῦ πατρὸς ὑμῶν.3 ἐγὼ εἶδον ἐν τῇ ζωῇ μου τὸν φθόνον καὶ τὸν θάνατον, καὶ οὐκ ἐπλανήθην ἐν τῇ ἀληθείᾳ κυρίου.4 οἱ ἀδελφοί μου οὗτοι ἐμίσησάν με, καὶ ὁ κύριος ἠγάπησέ με· αὐτοὶ ἤθελόν με ἀνελεῖν, καὶ ὁ θεὸς τῶν πατέρων μου ἐφύλαξέ με· εἰς λάκκον με ἐχάλασαν, καὶ ὁ ὕψιστος ἀνήγαγέ με·5 ἐπράθην εἰς δοῦλον, καὶ ὁ κύριος ἐλευθέρωσέ με· εἰς αἰχμαλωσίαν ἐλήφθην, καὶ ἡ κραταιὰ αὐτοῦ χεὶρ ἐβοήθησέ μοι· ἐν λιμῷ συνεσχέθην, καὶ αὐτὸς ὁ κύριος διέθρεψέ με·6 μόνος ἤμην, καὶ ὁ θεὸς παρεκάλεσέ με· ἐν ἀσθενείᾳ ἤμην, καὶ ὁ ὕψιστος ἐπεσκέψατό με· ἐν φυλακῇ ἤμην, καὶ ὁ σωτὴρ ἐχαρίτωσέ με· ἐν δεσμοῖς, καὶ ἔλυσέ με·7 ἐν διαβολαῖς, καὶ συνηγόρησέ μοι· ἐν λόγοις Αἰγυπτίων πικροῖς, καὶ ἐρρύσατό με· ἐν φθόνοις συνδούλων, καὶ ὕψωσέ με.