Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Testament of Asher (TestXII)

1
1 Ἀντίγραφον διαθήκης Ἀσήρ, ἃ ἐλάλησε τοῖς υἱοῖς αὐτοῦ ἑκατοστῷ εἰκοστῷ ἕκτῳ ἔτει ζωῆς αὐτοῦ. 2 ἔτι ὑγιαίνων εἶπε πρὸς αὐτούς· Ἀκούσατε, τέκνα Ἀσήρ, τοῦ πατρὸς ὑμῶν, καὶ πᾶν τὸ εὐθὲς ἐνώπιον τοῦ θεοῦ ὑποδείξω ὑμῖν. 3 δύο ὁδοὺς ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ δύο διαβούλια καὶ δύο πράξεις καὶ δύο τρόπους καὶ δύο τέλη. 4 διὰ τοῦτο πάντα δύο εἰσίν, ἓν κατέναντι τοῦ ἑνός. 5 ὁδοὶ δύο, καλοῦ καὶ κακοῦ· ἐν οἷς εἰσι τὰ δύο διαβούλια ἐν στέρνοις ἡμῶν διακρίνοντα αὐτάς. 6 ἐὰν οὖν ἡ ψυχὴ θέλῃ ἐν καλῷ, πᾶσα πρᾶξις αὐτῆς ἐστιν ἐν δικαιοσύνῃ, κἂν ἁμάρτῃ, εὐθὺς μετανοεῖ.7 δίκαια γὰρ λογιζόμενος καὶ ἀπορρίπτων τὴν πονηρίαν ἀνατρέπει εὐθὺς τὸ κακὸν καὶ ἐκριζοῖ τὴν ἁμαρτίαν.8 ἐὰν δὲ ἐν πονηρίᾳ μεταστρέψῃ τὸ διαβούλιον, πᾶσα πρᾶξις αὐτῆς ἐστιν ἐν πονηρίᾳ, καὶ ἀπωθούμενος τὸ ἀγαθὸν προσλαμβάνει τὸ κακὸν καὶ κυριευθεὶς ὑπὸ τοῦ Βελιάρ, κἂν ἀγαθὸν πράξῃ, ἐν πονηρίᾳ αὐτὸ μεταστρέφει.9 ὅταν γὰρ ἐνάρξηται ὡς ἀγαθὸν ποιῶν, τὸ τέλος τῆς πράξεως αὐτοῦ εἰς κακὸν ποιεῖν ἀνελαύνει· ἐπειδὴ ὁ θησαυρὸς τοῦ διαβουλίου τοῦ πονηροῦ πνεύματος πεπλήρωται.