1
1 Ἀντίγραφον διαθήκης Γάδ, ἃ ἐλάλησεν αὐτὸς τοῖς υἱοῖς αὐτοῦ ἐν ἔτει ἑκατοστῷ εἰκοστῷ ἑβδόμῳ ζωῆς αὐτοῦ λέγων· 2 Ἔνατος υἱὸς ἐγενόμην τῷ Ἰακώβ, καὶ ἤμην ἀνδρεῖος ἐπὶ τῶν ποιμνίων. 3 ἐγὼ ἐφύλαττον ἐν νυκτὶ τὸ ποίμνιον, καὶ ὅταν ἤρχετο λέων ἢ λύκος ἢ πάρδαλις ἢ ἄρκος ἢ πᾶν θηρίον ἐπὶ τὴν ποίμνην, κατεδίωκον αὐτό, καὶ πιάζων τὸν πόδα αὐτοῦ τῇ χειρί μου καὶ γυρεύων ἐσκότουν, καὶ ἠκόντιζον αὐτὸ ἐπὶδύο σταδίους, καὶ οὕτως ἀνῄρουν. 4 ὁ οὖν Ἰωσὴφ ἐποίμαινε μεθ' ἡμῶν ὡς ἡμέρας τριάκοντα, καὶ τρυφερὸς ὢν ἐμαλακίσθη ἀπὸ τοῦ καύματος· 5 καὶ ὑπέστρεψεν εἰς Χεβρὼν πρὸς τὸν πατέρα αὐτοῦ· καὶ ἀνέκλινεν αὐτὸν πλησίον αὐτοῦ, ὅτι ἠγάπα αὐτόν. 6 καὶ εἶπεν Ἰωσὴφ τῷ πατρὶ ἡμῶν ὅτι υἱοὶ Ζέλφας καὶ Βάλλας θύουσι τὰ καλὰ καὶ κατεσθίουσιν αὐτά, παρὰ γνώμην Ἰούδα καὶ Ῥουβήμ. 7 εἶδε γὰρ ὅτι ἀρνὸν ἐξειλόμην ἐκ τοῦ στόματος τῆς ἄρκου, κἀκείνην ἐθανάτωσα καὶ τὸν ἀρνὸν ἔθυσα, περὶ οὗ ἐλυπούμην ὅτι οὐκ ἠδύνατο ζῆν, καὶ ἐφάγομεν αὐτόν· καὶ εἶπε τῷ πατρὶ ἡμῶν. 8 καὶ ἐνεκότουν τῷ Ἰωσὴφ περὶ τοῦ λόγου τούτου ἕως ἡμέρας διαπράσεως αὐτοῦ εἰς Αἴγυπτον. 9 καὶ τὸ πνεῦμα τοῦ μίσους ἦν ἐν ἐμοί, καὶ οὐκ ἤθελον οὔτε δι' ὀφθαλμῶν οὔτε δι' ἀκοῆς ἰδεῖν τὸν Ἰωσήφ. καὶ κατὰ πρόσωπον ἡμῶν ἤλεγξεν ἡμᾶς ὅτι ἄνευ Ἰουδὰ ἠσθίομεν τὰ θρέμματα· καὶ πάντα ὅσα ἔλεγε τῷ πατρί, ἐπείθετο αὐτῷ.