Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Testament of Naphtali (TestXII)

1
1 Ἀντίγραφον διαθήκης Νεφθαλίμ, ἧς διέθετο ἐν καιρῷ τέλους αὐτοῦ, ἐν ἔτει ἑκατοστῷ τριακοστῷ δευτέρῳ τῆς ζωῆς αὐτοῦ.2 συνελθόντων τῶν υἱῶν αὐτοῦ ἐν ἑβδόμῳ μηνί, τετάρτῃ τοῦ μηνός, ὑγιαίνοντος αὐτοῦ, ἐποίησε δεῖπνον αὐτοῖς καὶ κώθωνα.3 καὶ μετὰ τὸ ἐξυπνισθῆναι αὐτὸν τὸ πρωΐ, εἶπεν αὐτοῖς ὅτι Ἀποθνήσκω· καὶ οὐκ ἐπίστευον αὐτῷ.4 καὶ εὐλογῶν κύριον ἐκραταίωσεν ὅτι μετὰ τὸ δεῖπνον τὸ χθὲς ἀποθανεῖται.5 ἤρξατο οὖν λέγειν τοῖς υἱοῖς αὐτοῦ· Ἀκούσατε, τέκνα μου, υἱοὶ Νεφθαλίμ, ἀκούσατε λόγους πατρὸς ὑμῶν.6 ἐγὼ ἐγεννήθην ἀπὸ Βάλλας· καί ὅτι ἐν πανουργίᾳ ἐποίησε Ῥαχήλ, καὶ ἔδωκεν ἀνθ' ἑαυτῆς τὴν Βάλλαν τῷ Ἰακώβ, καὶ ἐπὶ τῶν μηρῶν Ῥαχήλ ἔτεκέ με — διὰ τοῦτο ἐκλήθην Νεφθαλίμ.7 καὶ ἠγάπησέ με Ῥαχήλ, ὅτι ἐπὶ τῶν μηρῶν αὐτῆς ἐγεννήθην· καὶ εἴδει ἁπαλὸν ὄντα κατεφίλει με λέγουσα· Ἴδοιμι ἀδελφόν σου ἐκ τῆς κοιλίας μου κατὰ σέ.8 ὅθεν καὶ ὅμοιός μοι ἦν ἐν πᾶσιν ὁ Ἰωσήφ, κατὰ τὰς εὐχὰς Ῥαχήλ.9 ἡ δὲ μήτηρ μού ἐστι Βάλλα, θυγάτηρ Ῥωθέου, ἀδελφοῦ Δεβόρρας, τῆς τροφοῦ Ῥεβέκκας· ἥτις ἐν μιᾷ ἡμέρᾳ ἐτέχθη ἐν ᾗ καὶ ἡ Ῥαχήλ.10 ὁ δὲ Ῥώθεος ἐκ τοῦ γένους ἦν Ἀβραάμ, Χαλδαῖος, θεοσεβής, ἐλεύθερος καὶ εὐγενής.11 θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Ζέλφαν, ἐπ' ὀνόματι τῆς κώμης ἐν ᾗ ᾐχμαλωτεύθη.12 ἑξῆς ἔτεκε τὴν Βάλλαν λέγουσα· Καινόσπουδός μου ἡ θυγάτηρ· εὐθὺς γὰρ τεχθεῖσα ἔσπευδε θηλάζειν.