Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Testament of Dan (TestXII)

1
1 Ἀντίγραφον λόγων Δάν, ὧν εἶπε τοῖς υἱοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν αὐτοῦ ἑκατοστῷ εἰκοστῷ πέμπτῳ ἔτει τῆς ζωῆς αὐτοῦ.2 καλέσας τὴν πατριὰν αὐτοῦ, εἶπεν· Ἀκούσατε, υἱοὶ Δάν, λόγων μου, προσέχετε ῥήμασι στόματος τοῦ πατρὸς ὑμῶν.3 ἐπείρασα ἐν καρδίᾳ μου καὶ ἐν πάσῃ τῇ ζωῇ μου ὅτι καλὸν θεῷ καὶ εὐάρεστον ἡ ἀλήθεια μετὰ δικαιοπραγίας, καὶ ὅτι πονηρὸν τὸ ψεῦδος καὶ ὁ θυμός,4 ὅτι πᾶσαν κακίαν ἄνθρωπον ἐκδιδάσκει.5 ὁμολογῶ σήμερον ὑμῖν, τέκνα μου, ὅτι ἐν καρδίᾳ μου ἡδόμην περὶ τοῦ θανάτου Ἰωσήφ, ἀνδρὸς ἀληθινοῦ καὶ ἀγαθοῦ,6 καὶ ἔχαιρον ἐπὶ τῇ πράσει Ἰωσήφ, ὅτι ὑπὲρ ἡμᾶς ὁ πατὴρ αὐτὸν ἠγάπα.7 τὸ γὰρ πνεῦμα τοῦ ζήλου καὶ τῆς ἀλαζονείας ἔλεγέ μοι· Καίγε σὺ υἱὸς αὐτοῦ.8 καὶ ἓν τῶν πνευμάτων τοῦ Βελιὰρ συνήργει μοι λέγων· Λάβε τὸ ξίφος καὶ ἐν αὐτῷ ἄνελε τὸν Ἰωσήφ, καὶ ἀγαπήσει σε ὁ πατὴρ μετὰ ἀποθανόντος αὐτοῦ.9 τοῦτό ἐστι τὸ πνεῦμα τοῦ θυμοῦ τὸ πεῖθόν με ἵνα ὡς πάρδαλις ἐκμυζᾷ ἔριφον, οὕτως ἐκμυζήσω τὸν Ἰωσήφ.10 ἀλλ᾽ ὁ θεὸς Ἰακὼβ τοῦ πατρὸς ἡμῶν οὐκ ἐνέβαλεν αὐτὸν εἰς τὰς χεῖράς μου, ἵνα εὕρω αὐτὸν μόνον, οὐδὲ ἐασέ με τὸ ἀνόμημα τοῦτο ποιῆσαι, ἵνα λυθῶσι δύο σκῆπτρα ἐν Ἰσραήλ.