1
1 Ἀντίγραφον Ζαβουλών, ὃ διέθετο τοῖς τέκνοις αὐτοῦ ἑκατοστῷ τετάρτῳ καὶ δεκάτῳ ἔτει τῆς ζωῆς αὐτοῦ, μετὰ δύο ἔτη τοῦ θανάτου Ἰωσήφ.2 καὶ εἶπεν αὐτοῖς· Ἀκούσατέ μου, υἱοὶ Ζαβουλών, προσέχετε ῥήμασι πατρὸς ὑμῶν.3 ἐγώ εἰμι Ζαβουλών, δόσις ἀγαθὴ τοῖς γονεῦσί μου. ἐν γὰρ τῷ γεννηθῆναί με ηὐξήθη ὁ πατὴρ ἡμῶν ἕως σφόδρα, καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, ὅτε ἐν τοῖς ποικίλοις ῥάβδοις εἶχε τὸν κλῆρον.4 οὐκ ἔγνων, τέκνα μου, ὅτι ἥμαρτον ἐν ταῖς ἡμέραις μου παρεκτὸς ἐννοίας.5 οὐδὲ μιμνήσκομαι ὅτι παρανομίαν ἐποίησα, πλὴν τὴν ἄγνοιαν ἣν ἐποίησα ἐπὶ τοῦ Ἰωσήφ, ὅτι ἐσκέπασα ἐπὶ τοῖς ἀδελφοῖς μου, μὴ εἰπεῖν τῷ πατρί μου τὸ γενόμενον.6 καὶ ἔκλαιον πολλὰ ἐν κρυφῇ· ἐφοβούμην γὰρ τοὺς ἀδελφούς μου, ὅτι συνέθεντο πάντες ὁμοῦ, εἴ τις ἀγγέλει τὸ μυστήριον, ἀναιρεθῆναι αὐτὸν μαχαίρᾳ.7 πλὴν ὅτε ἠβούλοντο ἀνελεῖν αὐτόν, πολλὰ διεμαρτυράμην αὐτοῖς μετὰ δακρύων τοῦ μὴ ποιῆσαι τὴν ἀνομίαν ταύτην.