Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Testament of Issachar (TestXII)

1
1 Ἀντίγραφον λόγων Ἰσαχάρ. καλέσας τοὺς υἱοὺς αὐτοῦ εἶπεν αὐτοῖς· Ἀκούσατε, τέκνα, Ἰσαχὰρ τοῦ πατρὸς ὑμῶν, ἐνωτίσασθε ῥήματα, ἠγαπημένοι κυρίου.2 ἐγὼ ἐγενήθην πέμπτος υἱὸς τῷ Ἰακὼβ ἐν μισθῷ τῶν μανδραγόρων.3 Ῥουβὴλ γὰρ ἤνεγκε μανδραγόρους ἐκ τοῦ ἀγροῦ, καὶ προσαντήσασα Ῥαχὴλ ἔλαβεν αὐτούς.4 ἔκλαιε δὲ Ῥουβήλ, καὶ ἐπὶ τῇ φωνῇ αὐτοῦ ἐξῆλθε Λεία ἡ μήτηρ μου.5 ταῦτα δὲ ἦσαν μῆλα εὐώδημα, ἃ ἔποίει ἡ γῆ Ἀράμ, ἐν ὕψει ὑποκάτω φάραγγος ὑδάτων.6 εἶπε δὲ Ῥαχήλ· Οὐ δώσω αὐτά σοι, 7 ὅτι ἔσονταί μοι ἀντὶ τέκνων. ἦσαν δὲ μῆλα δύο. καὶ εἶπε Λεία· Ἱκανούσθω σοι, ὅτι ἔλαβες τὸν ἄνδρα παρθενίας μου· μὴ καὶ ταῦτα λήψῃ;8 ἡ δὲ εἶπεν· Ἰδού, ἔστω σοι ὁ Ἰακὼβ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγόρων τοῦ υἱοῦ σου.9 εἶπε δὲ Λεία πρὸς αὐτήν· Μὴ καυχῶ καὶ μὴ δοξάζου· ἐμὸς γάρ ἐστιν ὁ Ἰακὼβ κἀγὼ γυνὴ νεότητος αὐτοῦ.10 ἡ δὲ Ῥαχὴλ εἶπεν· Τί οὖν; ἔτι ἐμοὶ πρῶτον ὑπέσχετο καὶ δι' ἐμὲ ἐδούλευσε τῷ πατρὶ ἡμῶν ἔτη δεκατέσσαρα.11 τί σοι ποιήσω, ὅτι ἐπλήθυνεν ὁ δόλος καὶ ἡ πανουργία τῶν ἀνθρώπων, καὶ ὁ δόλος προκόπτει ἐπὶ τῆς γῆς; εἰ δὲ μή, οὐκ ἂν ἦς σὺ ὁρῶσα πρόσωπον Ἰακώβ;12 οὐ γὰρ γυνὴ αὐτοῦ σὺ εἶ, ἀλλ' ἐν δόλῳ ἀντ' ἐμοῦ εἰσήχθης.13 καὶ ἐπλάνησέ με ὁ πατήρ μου, καὶ μεταστήσας με τῇ νυκτὶ ἐκείνῃ οὐκ εἰασέ με ἰδεῖν· ὅτι εἰ ἤμην ἐκεῖ, οὐκ ἐγένετο τοῦτο.14 καὶ εἶπε Ῥαχήλ· Λάβε ἕνα μανδραγόρον, καὶ ἀντὶ τοῦ ἑνὸς ἐκμισθῶ σοι αὐτὸν ἐν μιᾷ νυκτί.15 καὶ ἔγνω Ἰακὼβ τὴν Λείαν, καὶ συλλαβοῦσα με ἔτεκε· καὶ διὰ τὸν μισθὸν ἐκλήθη τὸ ὄνομά μου Ἰσαχάρ.