Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

Testament of Judah (TestXII)

1
1 Ἀντίγραφον λόγων Ἰούδα, ὅσα ἐλάλησε τοῖς υἱοῖς αὐτοῦ πρὸ τοῦ ἀποθανεῖν αὐτόν.2 συναχθέντες ἦλθον πρὸς αὐτόν, καὶ εἶπεν αὐτοῖς·3 Τέταρτος υἱὸς ἐγενόμην τῷ πατρί μου, καὶ ἡ μήτηρ μου ὠνόμασέ με Ἰουδὰ λέγουσα· Ἀνθομολογοῦμαι τῷ κυρίῳ ὅτι ἔδωκέ μοι καὶ τέταρτον υἱόν.4 ὀξὺς ἤμην καὶ σπουδαῖος ἐν νεότητί μου, καὶ ὑπήκουον τῷ πατρί μου κατὰ πάντα λόγον,5 καὶ εὐλόγουν τὴν μητέρα μου καὶ τὴν ἀδελφὴν τῆς μητρός μου.6 καὶ ἐγένετο ὡς ἠνδρώθην, καὶ ὁ πατήρ μου Ἰακὼβ ηὔξατό μοι λέγων· Βασιλεὺς ἔσῃ κατευοδούμενος ἐν πᾶσι.