Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

History of Melchizedek

1
1 Οὗτος ὁ Μελχισεδὲκ λέγεται ἀπάτωρ, ἀμήτωρ [καὶ] ἀγενεαλόγητος, ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ. Ἡ γὰρ μήτηρ αὐτοῦ ὀνόματι Σαλὴμ κατὰ τὸ ὄνομα τῆς πόλεως αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ ἐκαλεῖτο Ἰωσεδέκ. Ἐγέννησεν δὲ υἱοὺς δύο· τὸν μὲν ἕναν ὠνόμασεν Σεδέκ, τὸν δὲ ἕτερον Μελχίν. Ὑπῆρχον δὲ κατάδηλοι αὐτῶν καὶ ἡ πόλις αὐτῶν, ἀπόγονοι γὰρ ὑπῆρχον [αὐτοὶ] τοῦ Νεβρώδ· διὸ καὶ ἐν τῷ παλατίῳ κατῳκίσθη ὑπὸ Νεβρὼδ καταμένοντες ἐβασίλευον ἄρτι τῆς βασιλείας Ἀρχισεδὲκ τῆς Βαβυλῶνος.