Bluesky
Logo: Akademienunion
Logo: Sachsen
Logo: SAW Leipzig

3 Baruch / Greek Apocalypse of Baruch (3 Bar.)

1
1 Οἳ νῦν ἐγώ, Βαρούχ, κλαίων ἐν τῇ συνέσει μου καὶ ἔχων περὶ τοῦ λαοῦ, καὶ ὅπως συνεχωρήθη Ναβουχοδονόσωρ ὁ βασιλεὺς ὑπὸ θεοῦ πορθῆσαι τὴν πόλιν αὐτοῦ, λέγων· 2 Κύριε, ἵνα τί ἐξέκαυσας τὸν ἀμπελῶνά σου καὶ ἠρήμωσας αὐτόν; τί ἐποίησας τοῦτο; καὶ ἵνα τί, Κύριε, οὐκ ἀπέδωκας ἡμᾶς ἐν ἄλλῃ παιδείᾳ, ἀλλὰ παρέδωκας ἡμᾶς εἰς ἔθνη τοιαῦτα, ὅπως ὀνειδίζοντες λέγουσιν· Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; 3 Καὶ ἰδοὺ ἐν τῷ κλαίειν με καὶ λέγειν τοιαῦτα, ὁρῶ ἄγγελον Κυρίου ἐλθόντα καὶ λέγοντά μοι· Σύνες, ὦ ἄνθρωπε, ἀνὴρ ἐπιθυμιῶν, καὶ μὴ τοσοῦτόν σε μέλῃ περὶ τῆς σωτηρίας Ἱερουσαλήμ, ὅτι τάδε λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ. 4 Ἀπέστειλε γάρ με πρὸ προσώπου σου ὅπως ἀναγγείλω καὶ ὑποδείξω σοι πάντα τοῦ θεοῦ. 5 Ἡ γὰρ δέησίς σου ἠκούσθη ἐνώπιον αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὰ ὦτα Κυρίου τοῦ θεοῦ. 6 Καὶ ταῦτα εἰπών μοι, ἡσύχασα. Καὶ λέγει μοι ὁ ἄγγελος· Παῦσον τὸν θεὸν παροξύνειν, καὶ ὑποδείξω σοι ἄλλα μυστήρια τούτων μείζονα. 7 Καὶ εἶπον ἐγὼ Βαρούχ· Ζῇ Κύριος ὁ θεὸς ὅτι ἐὰν ὑποδείξῃς μοι καὶ ἀκούσω παρά σου λόγον, οὐ μὴ προσθήσω ἔτι λαλῆσαι· προσθήσει ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως κρίσιν ἐμοί, ἐὰν λαλήσω τοῦ λοιποῦ. 8 Καὶ εἶπέν μοι ὁ ἄγγελος τῶν δυνάμεων· Δεῦρο καὶ ὑποδείξω σοι τὰ μυστήρια τοῦ θεοῦ.